Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 10.270 Joseph. AJ 10.274 (English) >>Joseph. AJ 10.279

10.272ταῦτα μὲν ἰδεῖν ἐν τῷ πεδίῳ τῷ ἐν Σούσοις Δανίηλος ἔγραψε, κρῖναι δʼ αὐτὸν τὴν ὄψιν τοῦ φαντάσματος ἐδήλου τὸν θεὸν οὕτως· τὸν μὲν κριὸν βασιλείας τὰς Μήδων καὶ Περσῶν σημαίνειν ἔφασκε, τὰ δὲ κέρατα τοὺς βασιλεύειν μέλλοντας, τὸ δὲ ἔσχατον κέρας σημαίνειν τὸν ἔσχατον βασιλέα· τοῦτον γὰρ διοίσειν ἁπάντων πλούτῳ τε καὶ δόξῃ. 10.273τὸν δὲ τράγον δηλοῦν, ὡς ἐκ τῶν Ἑλλήνων τις βασιλεύων ἔσται, ὃς τῷ Πέρσῃ συμβαλὼν δὶς κρατήσει τῇ μάχῃ καὶ παραλήψεται τὴν ἡγεμονίαν ἅπασαν. 10.274δηλοῦσθαι δʼ ὑπὸ τοῦ μεγάλου κέρατος τοῦ ἐν τῷ μετώπῳ τοῦ τράγου τὸν πρῶτον βασιλέα καὶ τὴν τῶν τεσσάρων ἀναβλάστησιν ἐκπεσόντος ἐκείνου καὶ τὴν πρὸς τὰ τέσσαρα κλίματα τῆς γῆς αὐτῶν ἀποστροφὴν ἑκάστου τοὺς διαδόχους μετὰ τὸν θάνατον τοῦ πρώτου βασιλέως ἐμφανίζεσθαι καὶ διαμερισμὸν εἰς αὐτοὺς τῆς βασιλείας, οὔτε δὲ παῖδας αὐτοῦ τούτους ὄντας οὔτε συγγενεῖς, πολλοῖς ἔτεσιν ἄρξειν τῆς οἰκουμένης. 10.275γενήσεσθαι δʼ ἐκ τούτων τινὰ βασιλέα τὸν ἐκπολεμήσοντα τό τε ἔθνος καὶ τοὺς νόμους αὐτῶν καὶ τὴν κατὰ τούτους ἀφαιρησόμενον πολιτείαν καὶ συλήσοντα τὸν ναὸν καὶ τὰς θυσίας ἐπʼ ἔτη τρία κωλύσοντα ἐπιτελεσθῆναι. 10.276καὶ δὴ ταῦτα ἡμῶν συνέβη παθεῖν τῷ ἔθνει ὑπὸ Ἀντιόχου τοῦ Ἐπιφανοῦς, καθὼς εἶδεν Δανίηλος καὶ πολλοῖς ἔτεσιν ἔμπροσθεν ἀνέγραψε τὰ γενησόμενα. τὸν αὐτὸν δὲ τρόπον Δανίηλος καὶ περὶ τῆς Ῥωμαίων ἡγεμονίας ἀνέγραψε, καὶ ὅτι ὑπʼ αὐτῶν ἐρημωθήσεται.


Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 10.270 Joseph. AJ 10.274 (English) >>Joseph. AJ 10.279

Powered by PhiloLogic